Ὦ λαμπρὸν ὄμμα τοῦ τροχηλάτου λύχνου κάλλιστ᾽ ἐν εὐστόχοισιν ἐζητημένον: γονάς τε γὰρ σὰς καὶ τύχας δηλώσομεν: τροχῷ γὰρ ἐλαθεὶς κεραμικῆς ῥύμης ὕπο 5μυκτῆρσι λαμπρὰς ἡλίου τιμὰς ἔχεις: ὅρμα φλογὸς σημεῖα τὰ ξυγκείμενα. σοὶ γὰρ μόνῳ δηλοῦμεν εἰκότως, ἐπεὶ κἀν τοῖσι δωματίοισιν Ἀφροδίτης τρόπων πειρωμέναισι πλησίον παραστατεῖς, 10λορδουμένων τε σωμάτων ἐπιστάτην ὀφθαλμὸν οὐδεὶς τὸν σὸν ἐξείργει δόμων. μόνος δὲ μηρῶν εἰς ἀπορρήτους μυχοὺς λάμπεις ἀφεύων τὴν ἐπανθοῦσαν τρίχα: στοάς τε καρποῦ Βακχίου τε νάματος 15πλήρεις ὑποιγνύσαισι συμπαραστατεῖς: καὶ ταῦτα συνδρῶν οὐ λαλεῖς τοῖς πλησίον. ἀνθ᾽ ὧν συνείσει καὶ τὰ νῦν βουλεύματα ὅσα Σκίροις ἔδοξε ταῖς ἐμαῖς φίλαις. ἀλλ᾽ οὐδεμία πάρεστιν ἃς ἥκειν ἐχρῆν. 20καίτοι πρὸς ὄρθρον γ᾽ ἐστίν: ἡ δ᾽ ἐκκλησία αὐτίκα μάλ᾽ ἔσται: καταλαβεῖν δ᾽ ἡμᾶς ἕδρας, ἃς Φυρόμαχός ποτ᾽ εἶπεν, εἰ μέμνησθ᾽ ἔτι, δεῖ τὰς ἑτέρας πως κἀγκαθεζομένας λαθεῖν. τί δῆτ᾽ ἂν εἴη; πότερον οὐκ ἐρραμμένους 25ἔχουσι τοὺς πώγωνας, οὓς εἴρητ᾽ ἔχειν; ἢ θαἰμάτια τἀνδρεῖα κλεψάσαις λαθεῖν ἦν χαλεπὸν αὐταῖς; ἀλλ᾽ ὁρῶ τονδὶ λύχνον προσιόντα. φέρε νυν ἐπαναχωρήσω πάλιν, μὴ καί τις ὢν ἀνὴρ ὁ προσιὼν τυγχάνῃ.